Τετάρτη 10 Δεκεμβρίου 2014

ΑΚΟΛΟΥΘΙΑ ΕΠΙΤΑΦΙΟΥ ΘΡΗΝΟΥ.



ΣΤΑΣΙΣ ΠΡΩΤΗ

Ἦ­χος πλ. α´.

ζω­ὴ ἐν τά­φῳ, κα­τε­τέ­θης Χρι­στέ, καὶ Ἀγ­γέ­λων στρα­τι­αὶ ἐ­ξε­πλήτ­τον­το, συγ­κα­τά­βα­σιν δο­ξά­ζου­σαι τὴν Σήν.
ζω­ὴ πῶς θνή­σκεις; πῶς καὶ τά­φῳ οἰ­κεῖς; τοῦ θα­νά­του τὸ βα­σί­λει­ον λύ­εις δέ, καὶ τοῦ ᾍ­δου τοὺς νε­κροὺς ἐ­ξα­νι­στᾷς.
Με­γα­λύ­νο­μέν σε, Ἰ­η­σοῦ Βα­σι­λεῦ, καὶ τι­μῶ­μεν τὴν Τα­φὴν καὶ τὰ Πά­θη σου· δι᾿ ὧν ἔ­σω­σας ἡ­μᾶς ἐκ τῆς φθο­ρᾶς.
Μέ­τρα γῆς ὁ στή­σας, ἐν σμι­κρῷ κα­τοι­κεῖς, Ἰ­η­σοῦ παμ­βα­σι­λεῦ τά­φῳ σή­με­ρον, ἐκ μνη­μά­των τοὺς θα­νέν­τας ἀ­νι­στῶν.
­η­σοῦ Χρι­στέ μου, Βα­σι­λεῦ τοῦ παν­τός, τί ζη­τῶν τοῖς ἐν τῷ ᾍ­δῃ ἐ­λή­λυ­θας; ἢ τὸ γέ­νος ἀ­πο­λῦ­σαι τῶν βρο­τῶν;
Δε­σπό­της πάν­των, κα­θο­ρᾶ­ται νε­κρός, καὶ ἐν μνή­μα­τι και­νῷ κα­τα­τί­θε­ται, ὁ κε­νώ­σας τὰ μνη­μεῖ­α τῶν νε­κρῶν.
Με­τὰ τῶν κα­κούρ­γων, ὡς κα­κοῦρ­γος Χρι­στέ, ἐ­λο­γί­σθης δι­και­ῶν ἡ­μᾶς ἅ­παν­τας, κα­κουρ­γί­ας τοῦ ἀρ­χαί­ου πτερ­νι­στοῦ.
ὡ­ραῖ­ος κάλ­λει, πα­ρὰ πάν­τας βρο­τούς, ὡς ἀ­νεί­δε­ος νε­κρὸς κα­τα­φαί­νε­ται, ὁ τὴν φύ­σιν ὡ­ρα­ΐ­σας τοῦ παν­τός.
­η­σοῦ γλυ­κύ μοι, καὶ σω­τή­ρι­ον φῶς, τά­φῳ πῶς ἐν σκο­τει­νῷ, κα­τα­κέ­κρυ­ψαι; ὢ ἀ­φά­του, καὶ ἀῤ­ῥή­του ἀ­νο­χῆς!
Ὢ θαυ­μά­των ξέ­νων! ὢ πραγ­μά­των και­νῶν! ὁ πνο­ῆς μοι χο­ρη­γὸς ἄ­πνους φέ­ρε­ται, κη­δευ­ό­με­νος χερ­σὶ τοῦ Ἰ­ω­σήφ.
Καὶ ἐν τά­φῳ ἔ­δυς, καὶ τῶν κόλ­πων Χρι­στέ, τῶν πα­τρῴ­ων οὐ­δα­μῶς ἀ­πε­φοί­τη­σας· τοῦ­το ξέ­νον καὶ πα­ρά­δο­ξον ὁ­μοῦ.
Ἀ­λη­θὴς καὶ πό­λου, καὶ τῆς γῆς Βα­σι­λεύς, εἰ καὶ τά­φῳ σμι­κρο­τά­τῳ συγ­κέ­κλει­σαι, ἐ­πε­γνώ­σθης πά­σῃ κτί­σει Ἰ­η­σοῦ.
Ὡς φω­τὸς λυ­χνί­α, νῦν ἡ σὰρξ τοῦ Θε­οῦ, ὑ­πὸ γῆν ὡς ὑ­πὸ μό­δι­ον κρύ­πτε­ται, καὶ δι­ώ­κει τὸν ἐν ᾍ­δῃ σκο­τα­σμόν.
Νο­ε­ρῶν συν­τρέ­χει, στρα­τι­ῶν ἡ πλη­θύς, Ἰ­ω­σὴφ καὶ Νι­κο­δή­μῳ συ­στεῖ­λαί σε, τὸν ἀ­χώ­ρη­τον ἐν μνή­μα­τι σμι­κρῷ.
Ἐν και­νῷ μνη­μεί­ῳ, κα­τε­τέ­θης Χρι­στέ, καὶ τὴν φύ­σιν τῶν βρο­τῶν ἀ­νε­καί­νι­σας, ἀ­να­στὰς θε­ο­πρε­πῶς ἐκ τῶν νε­κρῶν.
Ἐ­πὶ γῆς κα­τῆλ­θες, ἵ­να σώ­σῃς Ἀ­δάμ· καὶ ἐν γῇ μὴ εὑ­ρη­κὼς τοῦ­τον Δέ­σπο­τα, μέ­χρις ᾍ­δου κα­τε­λή­λυ­θας ζη­τῶν.
Ὡς βρο­τὸς μὲν θνῄ­σκεις, ἑ­κου­σί­ως Σω­τήρ, ὡς Θε­ὸς δὲ τοὺς θνη­τοὺς ἐ­ξα­νέ­στη­σας, ἐκ μνη­μά­των καὶ βυ­θοῦ ἁ­μαρ­τι­ῶν.
Δα­κρυῤ­ῥό­ους θρή­νους, ἐ­πὶ σὲ ἡ Ἁ­γνή, μη­τρι­κῶς ὦ Ἰ­η­σοῦ ἐ­πιῤ­ῥαί­νου­σα, ἀ­νε­βό­α· Πῶς κη­δεύ­σω σε Υἱ­έ;
Ὑ­πὸ γῆν ἐ­κρύ­βης, ὥ­σπερ ἥ­λι­ος νῦν, καὶ νυ­κτὶ τῇ τοῦ θα­νά­του κε­κά­λυ­ψαι· ἀλλ᾿ ἀ­νά­τει­λον φαι­δρό­τε­ρον Σω­τήρ.
Νε­κρω­θέν­τα πά­λαι, τὸν Ἀ­δὰμ φθο­νε­ρῶς, ἐ­πα­νά­γεις πρὸς ζω­ὴν τῇ νε­κρώ­σει σου, νέ­ος Σῶ­τερ ἐν σαρ­κὶ φα­νεὶς Ἀ­δάμ.
Νο­ε­ραί σε τά­ξεις, ἡ­πλω­μέ­νον νε­κρόν, κα­θο­ρῶ­σαι δι᾿ ἡ­μᾶς ἐ­ξε­πλήτ­τον­το, κα­λυ­πτό­με­ναι ταῖς πτέ­ρυ­ξι Σω­τήρ.
Ὥ­σπερ λέ­ων Σῶ­τερ, ἀ­φυ­πνώ­σας σαρ­κί, ὥς τις σκύ­μνος ὁ νε­κρὸς ἐ­ξα­νί­στα­σαι, ἀ­πο­θέ­με­νος τὸ γῆ­ρας τῆς σαρ­κός.
Τὴν πλευ­ρὰν ἐ­νύ­γης, ὁ πλευ­ρὰν εἰ­λη­φώς, τοῦ Ἀ­δὰμ ἐξ ἧς τὴν Εὔ­αν δι­έ­πλα­σας, καὶ ἐ­ξέ­βλυ­σας κρου­νοὺς κα­θαρ­τι­κούς.
Ὑ­πὸ γῆν βου­λή­σει, κα­τελ­θὼν ὡς θνη­τός, ἐ­πα­νά­γεις ἀ­πὸ γῆς πρὸς οὐ­ρά­νι­α, τοὺς ἐ­κεῖ­θεν πε­πτω­κό­τας Ἰ­η­σοῦ.
Προ­σκυ­νῶ τὸ Πά­θος, ἀ­νυ­μνῶ τὴν Τα­φήν, με­γα­λύ­νω σου τὸ κρά­τος Φι­λάν­θρω­πε, δι᾿ ὧν λέ­λυ­μαι πα­θῶν φθο­ρο­ποι­ῶν.
Ἑ­κου­σί­ως Σῶ­τερ, κα­τελ­θὼν ὑ­πὸ γῆν, νε­κρω­θέν­τας τοὺς βρο­τοὺς ἀ­νε­ζώ­ω­σας, καὶ ἀ­νή­γα­γες ἐν δό­ξῃ πα­τρι­κῇ.
Ὁ χει­ρί σου πλά­σας, τὸν Ἀ­δὰμ ἐκ τῆς γῆς, δι᾿ αὐ­τὸν τῇ φύ­σει γέ­γο­νας ἄν­θρω­πος, καὶ ἐ­σταύ­ρω­σαι βου­λή­μα­τι τῷ σῷ.
Οἴ­μοι φῶς τοῦ Κό­σμου! οἴ­μοι φῶς τὸ ἐ­μόν! Ἰ­η­σοῦ μου πο­θει­νό­τα­τε ἔ­κρα­ζεν, ἡ Παρ­θέ­νος θρη­νῳ­δοῦ­σα γο­ε­ρῶς.
Ὢ Θε­ὲ καὶ Λό­γε, ὦ χα­ρὰ ἡ ἐ­μή, πῶς ἐ­νέγ­κω σου τα­φὴν τὴν τρι­ή­με­ρον; νῦν σπα­ράτ­το­μαι τὰ σπλάγ­χνα μη­τρι­κῶς.
Τίς μοι δώ­σει ὕ­δωρ, καὶ δα­κρύ­ων πη­γάς, ἡ Θε­ό­νυμ­φος Παρ­θέ­νος ἐ­κραύ­γα­ζεν, ἵ­να κλαύ­σω τὸν γλυ­κύν μου Ἰ­η­σοῦν;
Πό­τε ἴ­δω Σῶ­τερ, σὲ τὸ ἄ­χρο­νον φῶς, τὴν χα­ρὰν καὶ ἡ­δο­νὴν τῆς καρ­δί­ας μου; ἡ Παρ­θέ­νος ἀ­νε­βό­α γο­ε­ρῶς.

Δό­ξα. Τρι­α­δι­κόν.

Ἀ­νυ­μνοῦ­μεν Λό­γε, σὲ τὸν πάν­των Θε­όν, σὺν Πα­τρὶ καὶ τῷ Ἁ­γί­ῳ σου Πνεύ­μα­τι, καὶ δο­ξά­ζο­μεν τὴν θεί­αν σου Τα­φήν.

Καὶ νῦν. Θε­ο­το­κί­ον.

Μα­κα­ρί­ζο­μέν σε, Θε­ο­τό­κε ἁ­γνή, καὶ τι­μῶ­μεν τὴν Τα­φὴν τὴν τρι­ή­με­ρον, τοῦ Υἱ­οῦ σου καὶ Θε­οῦ ἡ­μῶν πι­στῶς.

Καὶ πά­λιν τὸ πρῶ­τον Τρο­πά­ρι­ον.

Ἡ ζω­ὴ ἐν τά­φῳ, κα­τε­τέ­θης Χρι­στέ, καὶ Ἀγ­γέ­λων στρα­τι­αὶ ἐ­ξε­πλήτ­τον­το, συγ­κα­τά­βα­σιν δο­ξά­ζου­σαι τὴν σήν.
Συ­να­πτὴ μι­κρὰ καὶ ἐκ­φώ­νη­σις. 
 Ὅ­τι εὐ­λό­γη­ταί σου τὸ ὄ­νο­μα, καὶ δε­δό­ξα­σταί σου ἡ βα­σι­λεί­α τοῦ Πα­τρός, καὶ τοῦ Υἱ­οῦ, καὶ τοῦ ἁ­γί­ου Πνεύ­μα­τος, νῦν, καὶ ἀ­εὶ, καὶ εἰς τοὺς αἰ­ῶ­νας τῶν αἰ­ώ­νων. Ἀ­μήν.
Καὶ θυ­μι­ά­σαν­τος τοῦ Ἱ­ε­ρέ­ως, ἀρ­χό­με­θα τῆς δευ­τέ­ρας στά­σε­ως.

Δεν υπάρχουν σχόλια: